[ ] Bith. — Prusias ad Hypium (Üskübü) — Peek, GVI 1112
1 σεμνοτάτης φιλίας κῦδος μετὰ πᾶσι λαλητόν,
ἐκ δὲ κόπων πορίσαντα χρόνοις σεμνῶς καὶ ἀμέμπτως,
ἐξ ὧν ἦρ[ξ]α πάτρῃ μεγίστην ὡς ἔθος ἀρχήν,
φάρεσι πορφυρέοις κοσμήσας σεμνὸν ἀγῶνα
5 καὶ κροτάφοις φορέσας χρυσοῦν στέφαν<ον> μετὰ δόξης,
βουλῇ καὶ δήμῳ μερίσαντα νομὴν μετὰ τειμῆς,
καὶ δὲ πολειτείας ἑτέρας πράξας ἀμερίμνως,
συμβιώσας δὲ φίλοις πλείστοις κείμενος, ὦ παροδεῖτα.
παῖξον καὶ γέλασον, ἐφ’ ὄσον ζῇς, ὧδε γὰρ ἐλθὼν
10 οὐδὲν ἔχεις καθιδεῖν ἣ νύκτα μακρὰν μετὰ σειγῆς·
οὐ βαιούλου ψόφος ἔν<θ>’, οὐ βαλλίζων τις ὁρᾶται,
ἀλλὰ νέκυν με Δαφνοῦς κατέχει εἰς αἰώνιον οἶκον,
ἡ δ’ἀγαθὴ ψυχὴ εἰς οὐρανὸν αὐτὸν ἔδυνεν.
<εἰ> ἂν μέντοι γε τεθέντος ἐμοῦ ἔτερόν τινα θήσει,
15 εἰ μὴ τέκνον ἐμὸν ὁμώνυμον ἔνθα Καπέλλαν,
τὴν ἀγαθὴν στοργὴν πρὸς φίλιον πατέρα,
ὃς δ’ ἄν μεθ’ ἡμᾶς ἔτερον ἐνθήσει νεκρόν,
δώσει πάτρῃ ἡμῶν ἀττικάς τρισχειλίας.
Search Help
Contact Us