[ ] Bith. — Prusias ad Hypium (Üskübü) — 215 AD
1 Μ̣. Αὐρήλιον Αὐγιανὸν
     Φιλητιανὸν
[τ]ὸν ἐκ προγόνων φιλότιμον
[κ]αὶ φιλόπολιν, ἄνδρα τέλειον
5 [καὶ] ἐ̣ν πάσαις πολειτείαις
[ἐξη]τασμένον, πολλάκις
[παρα]πέμψαντα τὸν κύριον
[ἡμ]ῶ̣ν θειότατον Αὐτοκράτορα
[Μ.] Αὐρήλιον Ἀντωνῖνον,
10 ἀμέμπτως παρασχόντα
τῇ πατρίδι ἔλαιον ἡμέραις
τ̣ριάκοντα, ἀγορανομήσαντα
[ἐ]πιφανῶς, πατέρα ἱππικοῦ,
ἑ̣κάστοτε πολειτευόμενον
15 [κ]αὶ δι’ ἑαυτοῦ καὶ διὰ τῶν υἱῶν,
[ἄρ]ξαντα τὴν μεγίστην ἀρχήν,
[ἀπ]οδεδειγμένον πρῶτον
ἄ̣ρ̣χοντα καὶ ἱερέα καὶ ἀγωνοθέτην
   τοῦ Ὀλυμπίου Διὸς
20 [Αὐ]ρηλία Αὐγιανὴ Χρυσίον
[τὸ]ν φιλοστοργότατον ἄνδρα̣.
Search Help
Contact Us