[ ] Bith. — Prusias ad Hypium (Üskübü)
1 τὸν ἀπὸ γένους ἀσύν-
κριτον Ἑλληνάρχην καὶ
ἐκ προγόνων ἱερέων τε
[κ]αὶ Βειθυνιαρχῶν καὶ σε-
5 [β]αστοφάντων καὶ πρυτάνεων
[Τ.] Φλ. Δομιτιανὸν
      Νέστορα
[ἀ]γορανομή[σ]αντα πολλάκις
τῇ πατρίδι ἐνδόξως,
10 ἄρξαντα τὴν μεγίστην ἀρχὴν
ἐπιφανῶς, ἀργυροταμίαν
τῶν ἐλαιωνικῶν χρημάτων,
γραμματεύσαντα, τειμη-
τεύσαντα ἀγνῶς, ἔργοις
15 ἰδίοις τε καὶ προγονικοῖς
κοσμήσαντα τὴν πατρίδα καὶ
ἐργεπιστάτην καὶ φιλόπολιν,
Τ. Φλ. Δομιτιανὸς Νέστωρ
    τὸν ἀγαθὸν καὶ
20 φιλοστοργότατον πατέρα.
Search Help
Contact Us