[ ] Bith. — Prusias ad Hypium (Üskübü) — aft. 202 AD
1       ἀγαθῆι τύχηι·
τὸν ἱερέα τῶν Σεβαστῶν καὶ φιλό-
πατριν καὶ φιλότιμον, δὶς ἄρξαντα
καὶ πρῶτον ἄρχοντα καὶ ἱερέα
5 καὶ ἀγωνοθέτην Διὸς Ὀλυμπίου
καὶ πατέρα δὶς χειλιάρχου
καὶ τιμητήν, ἀγορανομήσαντα
ὑπὲρ τοῦ υἱοῦ μῆνας τρεῖς
ἐπιφανῶς, δόντα καὶ ὑπὲρ ἰδίας
10 ἀγορανομίας ἀργύριον εἰς ἀνα-
λήψιν τοῦ Δομιτείου βαλανείου,
παραπέμψαντα τοὺς μεγίστους
καὶ θειοτάτους Αὐτοκράτορας
καὶ τὰ ἱερὰ αὐτῶν στρατεύματα
15 πολλάκις, πρεσβεύσαντα ὑπὲρ τῆς
πατρίδος, δόντα καὶ εἰς ἐπι-
σκευὴν τῆς ἀγορᾶς ὑπὲρ τῆς
ἱερεωσύνης (δην.) μυριάδας πέντε
καὶ τὴν ἐπὶ τῇ προόδῳ διάδοσιν
20 εἰς κατασκευὴν τοῦ καινοῦ ὁλκοῦ,
καὶ τὰς λοιπὰς φιλοτειμίας
καὶ λειτουργίας μεγαλοπρεπῶς
ἐ̣κτελέσαντα τῇ ἑαυτοῦ πατρίδι
Μᾶρκον Ἰούλιον Γαουείνιον
25         Σακέρδωτα
κρίματι τῆς λαμπροτάτης πόλεως
Ὀλύμπιος Ὀλυμπίου
τὸν ἑαυτοῦ θεῖον.
Search Help
Contact Us