[ ]
Bith. — Prusias ad Hypium (Üskübü) — 2nd c. AD
1 | ἀγαθῆι τύχηι· |
φυλαὶ Γερμανικὴ καὶ Σαβινιανὴ | |
ἀνέθηκαν Π. Δομίτιον Ἰουλιανόν, | |
τὸν δὶς τειμητήν, δὶς πρῶτον | |
5 | ἄρχοντα, δὶς πρεσβευτήν, σε- |
βαστοφάντην, ἀγορανόμον, δεκά- | |
πρωτον, γραμματέα, κοινόβουλον | |
διὰ βίου, ὕδωρ τῇ πόλει εἰσαγαγόντα | |
καὶ χαρισάμενον καὶ ὅτι ἐν τῇ ἐνδίᾳ | |
10 | σεῖτον, οἶνον, ἔλαιον, ἀργύριον |
διένειμεν 〚α〛 τοῖς πολείταις προῖκα | |
μόνος, τὸν τροφέα καὶ ἐουεργέτην {²⁶εὐεργέτην}²⁶ | |
καὶ βασιλέα. |