[ ] Bith. — Prusias ad Hypium (Üskübü) — 219-221 AD
1 τὸν σεβαστόγνωστον καὶ πρῶτον τειμηθέντα
ἄρχοντα ἐν τῇ πατρίδι τῷ τῆς πορφύρας σχήματι καὶ διὰ
[β]ίου, τῆς πατρίδος τειμηθείσης ὑπὸ τοῦ γῆς καὶ θαλάσσης
δεσπότου Αὐτοκράτορος Καίσαρος Μ. Αὐρηλίου
5 〚Ἀντωνείνου〛 Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
    Μ. Αὐρήλιον Ἀσκληπιοδοτιανὸν
            Ἀσκληπιάδην
αἰτήσαντα αὐτὸν τὴν πορφύραν καὶ λάβοντα,
δὶς ἄρχοντα καὶ πρῶτον ἄρχοντα καὶ ἱερέα
10 καὶ ἀγωνοθέτην Διὸς Ὀλυμπίου καὶ τιμητὴν
καὶ δεκάπρωτον καὶ κοινόβουλον διὰ βίου
καὶ ἀγωνοθέτην τῶν μεγάλων πενταετηρικῶν
Αὐγουστείων Ἀντωνινείων ἀγώνων, ἀγορανομ-
σαντα μεγαλοπρεπῶς, γραμματεύσαντα νομίμως,
15 ταμίαν καὶ λογιστὴν τῶν σειτωνικῶν χρημάτων
καὶ ἀληθῶς φιλόπολιν καὶ πολλάκις γυμνασίαρχον
καὶ τὰς λοιπὰς λειτουργίας καὶ φιλοτειμίας
πάσας ἀγνῶς καὶ ἀμέμπτως πολειτευσάμενον
<1O>1I( TOU= E)/TOUS AU)TOU= TH=S A)RXH=S H(|RHME/NOI FU/LARXOI
I.20 φυλῆς Σεβαστηνῆς
Πεισωνιανὸς Καλλίστρατος
Κορνηλιανὸς Θεαγένης
φυλῆς Θηβαίδος
Μ. Αὐρηλ. Ἀττικιανὸς
25 Ἀλεξανδριανὸς Ὀλύμπιος
Μ. Αὐρηλ. Ταυριανὸς
   Ἡρακλείδης
φυλῆς Γερμανικῆς
30 Ἀσκληπιόδοτος Φλαβ.
Δομιτιανοῦ Ἑρμοδώρου
φυλῆς Σαβεινιανῆς
Αὐρηλ. Τειμοκρατ. Ῥοῦφος
Αὐρήλιος Κλαυδιανὸς
35   Ἰουλιανοῦ
φυλῆς Φαυστεινιανῆς
Μ․Οὐαλέριος Ζωίλος
Αὐρήλιος Δυναστιανὸς
  Νεικήφορος
40 φυλῆς Διονυσιάδος
Δομίτιος Πρεῖσκος
Αὐρηλ. Φιλιππιανὸς Φίλιππος
II.20 φυλῆς Τιβεριανῆς
Τ. Αἴλιος Ἀσκληπιόδοτος
Αὐρ. Σωσικρατιανὸς Ὄνητος
φυλῆς Προυσιάδος
Μ. Αὐρηλ. Θεόμνηστος
25 Αὐρ. Χρυσιππιανὸς Ἰάσων
φυλῆς Ἀδριανῆς
Μ. Αὐρηλ. Παπιανὸς Σωτᾶς
Μ. Αὐρηλ. Κρισπιανὸς
Ἀλέξανδρος ὁ καὶ Κυρίλλος
30 φυλῆς Μεγαρίδος
Μ. Αὐρήλιος Χρυσιανὸς
  Χρήστου
Μ. Αὐρ. Παπιανὸς Παπιανο<ῦ>
φυλῆς Ἰουλιανῆς
35 Ἰουλιανὸς Ἐπικράτης
Προκλιανὸς Κλαύδιος
  Μαρείνου
φυλῆς Ἀντωνιανῆς
Μ. Αὐρηλ.Ἀντωνιανὸς
40           Μάξιμος
Μ. Αἴλιος Ἐβούριος
      Σύμφορος.
Search Help
Contact Us