[ ] Bith. — Prusias ad Hypium (Üskübü) — aft. 212 AD
1 τὸν ἀγαθὸν καὶ ἀπὸ προγόνων
φιλότειμον καὶ φιλόπατριν,
ἐπαινεθέντα ὑπὸ τῆς πατρίδος
ἐπί πάσαις πολειτείαις,
5 ἀγορανομήσαντα μεγαλοπρεπῶς,
ταμίαν τῶν σειτωνικῶν
χρημάτων, παραπέμψαντα
τὰ ἱερὰ στρατεύματα πολλάκις,
πρεσβεύσαντα ὑπὲρ τῆς πατρίδος,
10 καὶ τὰς λοιπὰς δὲ ἐκτελέσαντα
λειτουργίας ἀμέμπτως τῇ πατρίδι,
Πόπλιον Αἴλιον Ὀκταουιανὸν
       Τύραννον
ἄρξαντα τὴν μεγίστην ἀρχὴν
15 καὶ νῦν ἀποδεδειγμένον
πρῶτον ἄρχοντα καὶ ἱερέα
καὶ ἀγωνοθέτην Διὸς Ὀλυμπίου,
οἱ τῆς ὁμονοίας εἰς τὴν ἀρχὴν
αὐτοῦ ἀποδεδειγμένοι φύλαρχοι
20 ἀντί τῶν εἰς αὐτοὺς εὐποιιῶν
I.21 φυλῆς Σεβαστηνῆς
Μ. Αὐρ. Ἡλιοδωριανὸς
        Ἰάσων
Φλάβιος Ἰουλιανός
25 φυλῆς Θηβαίδος
Ἰούλιος Οὔλπιος
  Ὑψί<γ>ονος
Μ. Αὐρη. Παυλεινιανὸς
   Πρωτογένης
30 φυλῆς Γερμανικῆς
Τιτ. Φλ. Ἰουβεντιανὸς
    Δομιτιανός
Αὐρ. Εὐκράτης Τερτύλλου
φυλῆς Σαβεινιανῆς
35 Αὐρηλ. Παυλιανὸς
    Παῦλος
Κλαύδιος Σύμφωνος
φυλῆς Φαυστεινιανῆς
Μ. Δομίτιος Θεόδωρος
40 Μ. Αὐρηλ. Κορινθιανὸς
  Κόρινθος
φυλῆς Διονυσιάδος
Μ. Δομίτιος Εὐπόριστος
[Μ. Αὐρ]ηλ. Χρυσιανὸς Χρυσι-
45 [α]ν̣οῦ [τ]οῦ Ἀριστείδου
II.21 φυλῆς Τιβεριανῆς
Κάσσιος Οὐαλέριος
  Εὐτυχιανός
Αὐρηλ. Τερτιανὸς
25   Ἀχιλλεύς
φυλῆς Προυσιάδος
Αὐρη. Ῥουφεινιανὸς
  Ῥουφεῖνος
Αὐρ. Χρύσιππος Χρυσίππου
30   τοῦ Ἀντνωνείνου
φυλῆς Ἁδριανῆς
Πομπήιος Ἄττικος
Αὐρήλιος Δώρητος
φυλῆς Μεγαρίδος
35 Πομπήιος Ἴλαρος
Μ. Αὐρ. Διογενιανὸς
 Ἀλέξανδρος
φυλῆς Ἰουλιανῆς
Μ. Δομίτιος Διοφάντου
40 Μ. Αὐρ. Μοσχιανὸς
  Ἰωνικός
φυλῆς Ἀντωνιανῆς
Αὐρηλ. Ὀλυμπιανὸς
 Ἀσκληπιόδοτος
45 [Μ. Α]ὐρηλ. Διονύσιος.
Search Help
Contact Us