[ ] Bith. — Nikaia (Iznik) — Iğdır Yaylası nr. Beyyayla — undated — EA 1 (1983) 57-58
1 Ὑμνίων Ὑμνίωνος καὶ
Εἴας ἔθαδε {²⁶ἔνθαδε}²⁶ κεῖμε σὺν
Ζωτικῇ ἀλόχῳ, ἣν κουρί-
διον γέρας ἔσχον·
5 [— — —]․ων μήτηρ ἑπτὰ υ-
εἷας ἔ̣[φυσ]αν· ἐνθ̣άδ̣ε̣
τοῦτο· Ἀλέξανδρος, Χ̣[ρ]-
ῆστος, Μουσικός, Γελάσ-
ιος οἱ φιλάδελφοι, οὓς κ-
10 ε ἐφ’ ἡμετέροισιν ἔλιπον· το-
ὺς δ’ ἑτέρους τρεῖς πε͂δας
ὅτ’ ἐξεκύησα ἐπὶ γε͂αν,
δῶκε φέριν ἑτέροισι φίλ-
οις πε͂δας καλέουσιν,
15 πάντας ἀρρενικοὺς
καὶ ΕΙ̣ΗΝΕΑϹ θυμὸν ἔχ-
οντας· ἡ γενέτιρα πέδων
μήτηρ πάντας ζῶντας
κατέλειπον.
20
Search Help
Contact Us