[ ] Bith. — Nikomedeia (Izmit) — undated — ZPE 47 (1982) 45, 2
A, front.1 Ῥωμύλου ναυκλήρου τύμβος καὶ δόγματα ταῦτα·
Ἀντωνεῖνα σύνευνε τάφου δωροῦμε θέσιν σοι·
τοῖς κοινοῖς δὲ τέκνοις ἤτω τόπος ἔνθα πρὸς ἡμᾶς·
εἴ τις τολμήσει κερέαν ἢ γράμμα τὸ λοιπὸν
5 τούτων ἐκκόψαι ἢ τὴν καμάραν μου πρίασθαι
ἢ μέρος ἐξ αὐτῆς ἢ γῆς μέτρον ὢν ἀπὸ αὐτῆς
μέλος ἡμέτερον σκύλας ἀνγείου κενώσει,
προστείμου δώσει φίσκῳ ἑκατὸν δέκα χρυσοὺς
καὶ μετὰ τοῦτο νόμῳ φθιμένων ὑποκείμενος ἤτω.
B, left.1 Ῥωμύλου
τύμβον
ὁρᾷς,
μή σοι φίλε
5 τόνδε
πρίασθαι· /
χαῖρε δὲ
καὶ πάραγε.
Search Help
Contact Us