[ ]
Bith. — Kalchedon (Kadıköy) — 3rd c. BC? — IK Kalchedon 33, ll. 3-10 — ZPE 42 (1981) 290, 4 (W. Peek)
See also:
3 | μελλογάμου τόδε σᾶμα καταφθιμένας Στρατονίκας |
(οὔνομα καὶ μάμμ[ας ἦν τόδ]ε τᾶς ἰδίας), | |
5 | ἅγ γ’ ὀλοὰ Μοῖρ’ ὤ̣λ̣ε̣σ̣’ ὁ̣ γ̣ὰ̣ρ̣ γ̣ά̣μου ἀνθ̣ʹ [ὑ]μ̣εναίου |
νυμφίδιος Πευθῆς ἄγαγεν εἰς Ἀίδαν· | |
αὐτὰρ Ἀπολλώνιος γενέτας (σόφ’ ὁδοιπόρε, πείθω | |
μῦθον) καὶ μάτηρ μύρεται οἰκτρὰ νέα· | |
πᾶσα δὲ Καλχαδὼν στεναχεῖ πλέον ἤπερ ἑκάστου | |
10 | συγγενέος στοργᾶς πένθος ὀδυρομένου. |