[ ] Bith. — Kalchedon (Kadıköy) — 3rd c. BC? — IK Kalchedon 33, ll. 3-10 — ZPE 42 (1981) 290, 4 (W. Peek)
See also:
3 μελλογάμου τόδε σᾶμα καταφθιμένας Στρατονίκας
  (οὔνομα καὶ μάμμ[ας ἦν τόδ]ε τᾶς ἰδίας),
5 ἅγ γ’ ὀλοὰ Μοῖρ’ ὤ̣λ̣ε̣σ̣’ ὁ̣ γ̣ὰ̣ρ̣ γ̣ά̣μου ἀνθ̣ʹ [ὑ]μ̣εναίου
  νυμφίδιος Πευθῆς ἄγαγεν εἰς Ἀίδαν·
αὐτὰρ Ἀπολλώνιος γενέτας (σόφ’ ὁδοιπόρε, πείθω
  μῦθον) καὶ μάτηρ μύρεται οἰκτρὰ νέα·
πᾶσα δὲ Καλχαδὼν στεναχεῖ πλέον ἤπερ ἑκάστου
10   συγγενέος στοργᾶς πένθος ὀδυρομένου.
Search Help
Contact Us