[ ]
Bith. — Nikaia (Iznik) — 1st c. BC — Anth.Pal. 7.701 — GVI 664
1 | ἰφθίμωι τόδ’ ἐπ’ ἀνδρὶ φίλη πόλις ἤινεσ’ Ἀχαιῶι |
γράμμα παρ’ εὐύδρου νάμασιν Ἀσκανίης· | |
κλαῦσε δὲ μιν Νίκαια· πατὴρ δ’ ἐπί οἱ Διομήδης | |
λάινον ὑψιφαῆ τόνδ’ ἀνέτεινε τάφον, | |
5 | δύσμορος, αἰάζων ὀλοὸν κακόν· ἦ γὰρ ἐώικει |
υἱέα οἱ τίνειν ταῦτα κατοιχομένωι. |