[ ] Bith. — Nikaia (Iznik) — 1st c. BC — Anth.Pal. 7.701 — GVI 664
1 ἰφθίμωι τόδ’ ἐπ’ ἀνδρὶ φίλη πόλις ἤινεσ’ Ἀχαιῶι
  γράμμα παρ’ εὐύδρου νάμασιν Ἀσκανίης·
κλαῦσε δὲ μιν Νίκαια· πατὴρ δ’ ἐπί οἱ Διομήδης
  λάινον ὑψιφαῆ τόνδ’ ἀνέτεινε τάφον,
5 δύσμορος, αἰάζων ὀλοὸν κακόν· ἦ γὰρ ἐώικει
  υἱέα οἱ τίνειν ταῦτα κατοιχομένωι.
Search Help
Contact Us