[ ] Bith. — Nikomedeia (Izmit) — 1st c. BC — Anth.Pal. 7.627 — GVI 1472
1 ἡμιτελῆ θάλαμόν τε καὶ ἐγγύθι νυμφικὰ λέκτρα,
  κοῦρε, λιπὼν ὀλοὴν οἶμον ἔβης Ἀίδου.
Θύνιον Ἀστακίην δὲ μάλ’ ἤκαχες, ἥ σε μάλιστα
  οἰκτρὰ τὸν ἡβητὴν κώκυεν ἠίθεον,
5 Ἱππάρχου κλαίουσα κακὸν μόρον, εἴκοσι ποίας
  μοῦνον ἐπεὶ βιότου πλήσαο καὶ πίσυρας.
Search Help
Contact Us