[ ] Bith. — Klaudioupolis (Bolu), Plain of
1 Ἐπικράτης [— — —]․․θεος συνόμεμοι
βωμὸν ἀνέστησαν [φιλίῳ] πατρὶ δακρύσαντες·
τοὔνομα Ἐπικράτης, ἐπεὶ φίλος ἐγενήθη,
πολὰ κοπωθέντι κὲ πᾶσι φίλοις ἀρέσαντι
5 τὴνδε γεωπονίην ὡς Ἡσίοδος κατέδειξεν.
Πάσι δ’ ἐπ’ ἀνφιβόλοισι δικασπόλος ἦεν ․․δ̣․κος·
ἄρξας δὶς ἐν πατρίδι Βειθυνέων Ἁδριανῇ
συνδικίην τελ[έσας] ὑπὲρ πατρίδος ἀνυβρίστως
τόσα ἔτη ζήσας θέλησεν Ε․․Μ̣ΕΜΑΙ․Ρ̣Ε̣Κ̣Ε̣Ι̣․․,
10 νῦν ἀμεριμνήσας εὔδει τὸν ἐώνιον ὕπνον
λυπήσας ἄλοχον Δομετιανήν, ἣ ἔτεκεν ἡμᾶς
μνήμην δ’ εἰς γένος ․․σον ἐτεύξαμεν οἱ φιλάδελ[φ]οι
λύπῃ κὲ δακρύοις ὡς ἔφερεν γέναισις.
            χέραιτε {²⁶χαίρετε}²⁶.
Search Help
Contact Us