[ ]
Bith. — Klaudioupolis (Bolu), Plain of
1 | Ἐπικράτης [— — —]․․θεος συνόμεμοι |
βωμὸν ἀνέστησαν [φιλίῳ] πατρὶ δακρύσαντες· | |
τοὔνομα Ἐπικράτης, ἐπεὶ φίλος ἐγενήθη, | |
πολὰ κοπωθέντι κὲ πᾶσι φίλοις ἀρέσαντι | |
5 | τὴνδε γεωπονίην ὡς Ἡσίοδος κατέδειξεν. |
Πάσι δ’ ἐπ’ ἀνφιβόλοισι δικασπόλος ἦεν ․․δ̣․κος· | |
ἄρξας δὶς ἐν πατρίδι Βειθυνέων Ἁδριανῇ | |
συνδικίην τελ[έσας] ὑπὲρ πατρίδος ἀνυβρίστως | |
τόσα ἔτη ζήσας θέλησεν Ε․․Μ̣ΕΜΑΙ․Ρ̣Ε̣Κ̣Ε̣Ι̣․․, | |
10 | νῦν ἀμεριμνήσας εὔδει τὸν ἐώνιον ὕπνον |
λυπήσας ἄλοχον Δομετιανήν, ἣ ἔτεκεν ἡμᾶς | |
μνήμην δ’ εἰς γένος ․․σον ἐτεύξαμεν οἱ φιλάδελ[φ]οι | |
λύπῃ κὲ δακρύοις ὡς ἔφερεν γέναισις. | |
χέραιτε {²⁶χαίρετε}²⁶. |