[ ]
Bith. — Klaudioupolis (Bolu), Plain of — 2nd c. AD
I.1 | [ἀνγέλλε]ιν ἀρετὴν Τερτύλλης εὐπατερείης, |
[τῆς Κρα]τ̣έ̣ρου θυγατρός, ὑπὲρ τύμβοιο τέταγμαι. | |
{²vacat}² | |
3 | [ὦ μεγ]άλης ἀρετῆς Τερτύλλα κῦδος ἑλοῦσα |
[εὖ μὲ]ν ἀεξομένη ζαθέας φρένας, εὖ δὲ καὶ ἔργα, | |
5 | [οἰκουρ]ὸς σαόφρων, πτολιοσσόος, ὀλβιοδῶτις, |
[ἀνθρ]ώπων σώτειρα, δικαιοτάτη, γλυκύθυμος, | |
[ἠπιόφ]ρων, καθαρῇσι θεουδείας πραπίδεσσιν̣ | |
[συνπ]άσας δεδαυῖα· λύρη νύ κεν ὧδ’ ἐρατεινάς | |
[ἁρμο]νίας κεράσαιτο λιγύθροος, ὡς σέο θείη | |
10 | [ψυχὴ] παντοίας ἀρετὰς ἡρμόσσαθ’ ἑλοῦσα. |
[τῶν ἕ]νεκεν γαῖαν μέν ἐπιστείχουσαν ἅπαντες | |
[τῆς ὁ]σίης βιοτῆς μέγα θάμβεον, ἂψ δὲ κιοῦσαν | |
[ἐκ θ]ν̣η̣τῶν ἄσβεστον ὀδύρονται οἷα περ αὐτῆς | |
[ἠοῦ]ς̣ οἰχομένης, χάεος δ’ ἐπὶ πᾶσι χυθέντος. | |
15 | [ὦ μ]έγα κυδίστης χθονίων ψυχὴ θεόεσσα |
[Τερ]τύλλης, ὦ πᾶσι κεκασμένη, ὅσσ’ ἐπὶ γαίης | |
[κ]ύ̣δεα, χαῖρε ἐρίτειμε καὶ ἐν βιότοιο τελευτῇ. | |
II.18 | Τερτύλλης ἔπος εἰμὶ θεουδέ- |
ος, ἠπιοθύμου· / | |
20 | οὐκ αἰνῶ δακρύων στυγίην |
χύσιν ἀλγεσίδωρον / | |
Τερτύλλα· τόσση μὴ μ’ ἔχοι ἀφροσύνη· / | |
τίς πόθος οἰχομένου ῥέθεος, | |
τό νυ καὶ παρεόν περ #⁹⁰¹ / | |
25 | στυκτὸν ὀιζυρὸν παντὸς |
ἄθυρμα λυγροῦ; ❦ * / | |
χθὼν ῥεθέων μήτηρ, χθὼν καὶ | |
τροφὸς ἠδὲ καὶ αὐτή / | |
λυομένων δέκτειρα αἰὲν | |
30 | ἀπιστοτάτη· / |
αἰθὴρ δὲ ψυχαῖς ἄλυτος δόμος | |
ἔνπεδος αἰεί· ❦ / | |
τὸν ναίοιμι, πρόσω νήδακρυ- | |
ς ἀντομένη. ❦ / |