[ ] Bith. — Klaudioupolis (Bolu), Plain of — 2nd c. AD
I.1 [ἀνγέλλε]ιν ἀρετὴν Τερτύλλης εὐπατερείης,
[τῆς Κρα]τ̣έ̣ρου θυγατρός, ὑπὲρ τύμβοιο τέταγμαι.
               {²vacat}²
3 [ὦ μεγ]άλης ἀρετῆς Τερτύλλα κῦδος ἑλοῦσα
[εὖ μὲ]ν ἀεξομένη ζαθέας φρένας, εὖ δὲ καὶ ἔργα,
5 [οἰκουρ]ὸς σαόφρων, πτολιοσσόος, ὀλβιοδῶτις,
[ἀνθρ]ώπων σώτειρα, δικαιοτάτη, γλυκύθυμος,
[ἠπιόφ]ρων, καθαρῇσι θεουδείας πραπίδεσσιν̣
[συνπ]άσας δεδαυῖα· λύρη νύ κεν ὧδ’ ἐρατεινάς
[ἁρμο]νίας κεράσαιτο λιγύθροος, ὡς σέο θείη
10 [ψυχὴ] παντοίας ἀρετὰς ἡρμόσσαθ’ ἑλοῦσα.
[τῶν ἕ]νεκεν γαῖαν μέν ἐπιστείχουσαν ἅπαντες
[τῆς ὁ]σίης βιοτῆς μέγα θάμβεον, ἂψ δὲ κιοῦσαν
[ἐκ θ]ν̣η̣τῶν ἄσβεστον ὀδύρονται οἷα περ αὐτῆς
[ἠοῦ]ς̣ οἰχομένης, χάεος δ’ ἐπὶ πᾶσι χυθέντος.
15 [ὦ μ]έγα κυδίστης χθονίων ψυχὴ θεόεσσα
[Τερ]τύλλης, ὦ πᾶσι κεκασμένη, ὅσσ’ ἐπὶ γαίης
[κ]ύ̣δεα, χαῖρε ἐρίτειμε καὶ ἐν βιότοιο τελευτῇ.
II.18 Τερτύλλης ἔπος εἰμὶ θεουδέ-
ος, ἠπιοθύμου· /
20 οὐκ αἰνῶ δακρύων στυγίην
χύσιν ἀλγεσίδωρον /
Τερτύλλα· τόσση μὴ μ’ ἔχοι ἀφροσύνη· /
τίς πόθος οἰχομένου ῥέθεος,
τό νυ καὶ παρεόν περ #⁹⁰¹ /
25 στυκτὸν ὀιζυρὸν παντὸς
ἄθυρμα λυγροῦ; ❦ * /
χθὼν ῥεθέων μήτηρ, χθὼν καὶ
τροφὸς ἠδὲ καὶ αὐτή /
λυομένων δέκτειρα αἰὲν
30 ἀπιστοτάτη· /
αἰθὴρ δὲ ψυχαῖς ἄλυτος δόμος
ἔνπεδος αἰεί· ❦  /
τὸν ναίοιμι, πρόσω νήδακρυ-
ς ἀντομένη. ❦  /
Search Help
Contact Us