[ ] Bith. — Klaudioupolis (Bolu), Plain of — 1st c. AD
I.1 [στρα]τ̣ηγῶν προθέν-
[τω]ν· Μητρόδωρος Φι-
[λί]ππου εἶπεν· ἐπεὶ Θεό-
δωρος Ἀττάλου Ἀγριπ-
5 εὺς ἕνεκεν σχολῆς ἀφ-
ιγμένος εἰς τὴν πόλιν
δείλαιος οὐδὲ τῆς ἐλπ-
ίδος ἀπολαύσας ἐπὶ
πλέον ἔφθη μὲν τὰς εὐ-
10 χὰς δυσμοίρῳ τύχῃ καὶ
τῆς ἀποδημίας καὶ τῆ-
ς ἡλικίας ἀνόνητον σ-
πουδὴν ταχύνας ἐφ̣’ ἃ
μὲν ἐξῆλθεν πάντων π-
15 ροαπολόμενος, τοῖς δ’
οἴκοθεν ἀγαθοῖς μηδ’
εἰς τάφου̣ καὶ νεκροῦ κό-
σμον χρησάμενος ξέν-
ῃ γε οὖν ἐνθάπτεται γῇ κα-
20 ὶ πρὸς ἀλλοτρίοις ἀπέπ-
νευσε κόλποις ὁ μητρὶ χ-
εῖρας ὀρέξας οὐδὲ πα-
τρὸς ὕ̣σ̣τατα προσστερ-
νισάμενος ἀσπάσμ-
25 ατα πικρᾶς μνημόσυνα
τ<ύ>χης· ἐρανίσζεται δὲ ἡ
περίστασις ἐπ’ αὐτῷ τ-
ὸν τοῦ τέλους οἶκον· κ-
ἂν πάντες τοῦ πάθους
30 συνγενεῖς ὁμολογοῦμε-
ν ἓν αὐτῷ, τοῦ δαίμονος
χαρισαμένου ἐντὸς̣
τῇ πόλει τελευτᾶν ἧς [ἐ]-
ράσθη μὲν δείλαιο̣ς [εἰς ἠ]-
35 χητὸν λόγων τῶν πε[ρὶ ἐπ]-
αίνου ἢ καὶ ἠθῶν κα[ὶ κλαυθ]-
μῶν μαθητὴς τ[ῶν περὶ]
ἑτέρων ἀφικόμ[ενος μὴ ἀ]-
[π]ολαύει δοὺ̣ς̣ ․․[— — —]
40 [․]νοσ[— — — — — — — —]
II — — — — — — — — — — — —
1 [— —]θίας πενθούμεν-
[ον] ἢ̣ ὑπὸ πατρίδος· καὶ
[τὸ μ]ὲν τῆς λύπης ἀν
[— —]ν ἢ τῶν οἰκείων ἐ̣ρη̣-
5 [μία οὐ] πλέον ἐπί τινει γνωρίμ-
[ῳ ν]έων ἐν τῇ πατρίδι λ̣-
[αμπ]ροῦ καὶ {καὶ} γένους το[ῦ]
[πρώ]του καὶ πατρὸς ἀγα-
[θοῦ] καὶ ἐπισημοτάτου
10 [καὶ] πατρίδος <σ>υνγενοῦ-
[ς ἡ]μεῖν καὶ τειμιωτάτ-
[ης ο]ὔτε φιλοτειμιῶν ἁπ-
[τόμεν]ος αὐτοῦ λανπρύνε-
[σθαι] ἀρχᾶι καὶ δόξῃ πά-
15 [σῇ — —]εως συνπολειτευο-
[μέν]ης τῆς ἐπαρχείας οὐ
[— ἀ]γνοουμένου [ἐν] ἡ̣μ̣[έ]-
[ραις] ΙΜΟ̣ΛΩΘΗ τῇ περίετι
[συν]παθείαι· καὶ γὰρ ὁ
20 [τῆς] ὁμον̣ίης ἐνδημίας α̣-
[— —]τητος καὶ σπουδῆς ἀ-
[ξίῳ] αὐτῷ παρέσχεν ἄρξα-
[σθα]ι̣· ὁ δ’ ἐν μηδενὶ πλεον[ε]-
[κτῶ]ν πᾶσιν ζητεῖται· καὶ μᾶ-
25 [λλον α]ὐθέντου καὶ πατ{τ}ρὸς {²⁶πατρὸς}²⁶
[καὶ ἀδ]ελφοῦ γνησιώτερον ἀχ-
[νύμε]νος ἐπὶ τῷ νεανίσκῳ· ἐ̣-
[φ’ οὔτ]ινος οὐχ ἥτ<τ>ων ἄξιος θ-
[αυμ]άσζεσθαι ἧς περὶ νεκ̣ρ̣-
30 [οῦ ἀ]ποδέδεικται τὸ γνώρι-
[μον] σπουδῆς ᾗ ἐκεῖνος δὲ
[ἀ]ρετῆς νέου παράσ[χων]
— — —
III — — — — — — — — — — — —
1 [— — —]γενέσθαι ἐν[ί]ων δη̣-
[— — —]․ν. {²vac.}²
Search Help
Contact Us