[ ] Bith. — Klaudioupolis (Bolu), Plain of — 134 AD
1    ἀγαθῆι τύχηι·
Αὐτοκράτορι Καίσαρι
θεοῦ Τραϊανοῦ Παρθικοῦ
υἱῷ, θεοῦ Νέρουα υἱωνῶι, Τρα-
5 ιανῷ Ἁδριανῶι Σεβαστῶι
ἀρχιερεῖ μεγίστῳ, δημαρχι-
κῆς ἐξουσίας τὸ ηιʹ, ❦ ὕπα-
τον τὸ γʹ, ❦ πατρὶ πατρίδος
  φυλὴ ❦ Σεβαστή,
10 ἀναθέντων ἐκ τῶν ἰδίω[ν]
Τι. ❦ Κλαυδίου Δομιτιανοῦ Ε[ὐ]-
ημέρου καὶ τῶν υἱῶν αὐτοῦ
Κλαυδίου Δομιτιανοῦ Ἀκύλου
καὶ Κλαυδίου Δομιτιανοῦ Πρό-
15 κλου καὶ Κλαυδίου Δομιτιανοῦ
Ποντικοῦ καὶ Γν. Κλαυδίου Δο-
μιτιανοῦ Σεουήρου καὶ ❦ Γν. ❦
  Κλαυδίου Δομιτιανοῦ. ❦
Search Help
Contact Us