[ ] Bith. — Klaudioupolis (Bolu)
1 ❦ γνήσιον ἐν σοφίῃ βίοτον τελέσασα
ἅμα Παύλῳ ❦ / ἡ Λυκάρις ἕθανεν
τέλος καμάτοιο λιποῦσα, /
Περενως γεγαῶσα φίλου πατρός,
5 ὃς καιν<ῇ> βουλῇ / νεῖμεν τῇ πατρίδι
οὐκ ὀλίγας παροχάς· / νῦν δὲ
θανοῦσαν ἔθαψεν φίλος πόσις,
σῆμα δὲ τεῦξεν ❦ / μνημόσυνον
γαμετῆς κυ̣ρ̣ί̣ας̣ καὶ τέκεων ἕνεκεν, /
10 ❦ Παῦλος τοῦ Παύλου γνοὺς τὸ τέλος
καμάτου. / ❦
Search Help
Contact Us