[ ]
Bith. — Kalchedon (Kadıköy) — ca. 340/339 BC — Plut., Phokion 14.3-4
a.1 | Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ’ ἀπ’ ἐμεῖο |
κλήιζεται ἀντωπὸν Βοσπόριον πέλαγος· | |
κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης | |
ἐς Φάρον, ἥδε δ’ ἐγὼ Κεκροπὶς εἰμὶ νέκυς· | |
5 | εὐνέτις ἦν δὲ Χάρητος, ἔπλων δ’ ὅτε πλῶεν ἐκεῖνος |
τῆιδε Φιλιππείων ἀντίπαλος σκαφέων· | |
Βοίδιον οὔνομα δ’ ἦεν ἐμοὶ τότε· νῦν δὲ χαραχθέν | |
βοίδιον ἠπείροις τέρπομαι ἀμφοτέροις. |