[ ]
Bith. — Kalchedon (Kadıköy) — ca. 340/339 BC — Plut., Phokion 14.3-4
| a.1 | Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ’ ἀπ’ ἐμεῖο |
| κλήιζεται ἀντωπὸν Βοσπόριον πέλαγος· | |
| κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης | |
| ἐς Φάρον, ἥδε δ’ ἐγὼ Κεκροπὶς εἰμὶ νέκυς· | |
| 5 | εὐνέτις ἦν δὲ Χάρητος, ἔπλων δ’ ὅτε πλῶεν ἐκεῖνος |
| τῆιδε Φιλιππείων ἀντίπαλος σκαφέων· | |
| Βοίδιον οὔνομα δ’ ἦεν ἐμοὶ τότε· νῦν δὲ χαραχθέν | |
| βοίδιον ἠπείροις τέρπομαι ἀμφοτέροις. |