[ ] Bith. — Kalchedon (Kadıköy) — 4th c. BC
1 [εἰς Βο]ρυσσθένη εἰσπλεῖν τὸν βου-
[λόμε]νον κατὰ τάδε· ἔδοξε βουλῆι
[καὶ δή]μωι· Κάνωβος Θρασυδάμαντο[ς]
[εἶπ]ε· εἶναι παντὸς χρυσίου ἐπισήμο
5 [κ]αὶ ἀργυρίο ἐπισήμου εἰσσαγωγὴ[ν]
[κα]ἐξαγωγήν· ὁ δὲ θέλων πωλεῖν ἢ̣
[ὠν]εῖσθαι χρυσίον ἐπίσημον ἢ ἀργύ-
[ριο]ν ἐπίσημον πωλείτω καὶ ὠνείσθ[ω]
[ἐπὶ] τοῦ λίθου τοῦ ἐν τῶι ἐκκλησιασ[τη]-
10 [ρί]ω[ι· ὃς] δ’ ἂν ἄλλοθι ἀποδῶται ἢ πρίη-
[ται, φευ]ξεῖται ὁ μὲν ἀποδόμενος το[ῦ]
[πωλουμέν]ου ἀργυρίου, ὁ δὲ πριάμενος τῆ[ς]
[τιμῆς], ὅσου ἐπρίατο· πωλεῖν δὲ καὶ ὠν[εῖ]-
[σθαι] πάντα πρὸς τὸ νόμισμα τὸ τῆ[ς]
15 [πόλ]εως, πρὸς τὸν χαλκὸν καὶ τὸ ἀργύριο[ν]
[τὸ] Ὀλβιοπολιτικόν. ὃς δ’ ἂν πρὸς ἄλλο [τι]
[ἀπο]δῶται ἢ πρίηται, στερήσεται ὁ μὲν [ἀ]-
[ποδ]όμενος ὁ͂ ἂν ἀποδῶται, ὁ δὲ πριάμ[ε]-
[ν]ος ὅσου ἂν πρίηται· πράξονται δὲ το[ὺς]
20 [πα]ρὰ τὸ ψήφισμά τι παρανομο͂ντας
οἳ ἂν τὴν ὠνὴν πρίωνται τῶν παρανο-
μησάντων, δίκηι καταλαβόντε[ς]·
τὸ δὲ χρυσίον πωλεῖν καὶ ὠνεῖσθ[αι τὸ]-
ν μὲν στατῆρα τὸν Κυζικηνὸν [ἑνδεκά]-
25 το ἡμιστατήρο, καὶ μήτε ἀξιώτερο[ν μή]-
τε τιμιώτερον, τὸ δ’ ἄλλο χρυσίον τὸ [ἐ]-
[πίσ]ημον ἅπαν καὶ ἀργύριον τὸ ἐπίση[μον]
πωλεῖν καὶ ὠνε͂σθαι ὡς ἂν ἀλλ[ήλους]
πείθωσι· τέλος δὲ μηδὲν [πράττειν μήτε]
30 [χ]ρυσίου ἐπισήμου μήτ’ ἀργυ[ρίου ἐπισή]-
[μ]ου μήτε πωλο͂ντα μήτ’ [ὠνούμενον]
[— — — — — —]ο․ργαμι̣[— — —]
— — —
Search Help
Contact Us