[ ]
Bith. — Kalchedon (Kadıköy) — 1 BC
1 | οὔριον ἐκ πρύμνης τις ὁδηγητῆρα καλείτω |
Ζῆνα κατὰ προτόνων ἱστίον ἐκπετάσας· | |
εἴτ’ ἐπὶ Κυανέας δίνας δρόμος, ἔνθα Ποσειδῶν | |
καμπύλον εἱλίσσει κῦμα παρὰ ψαμάθοις, | |
5 | εἴτε κατ’ Αἰγαίην πόντου πλάκα νόστον ἐρευναι, |
νείσθω τῶιδε βαλὼν ψαιστὰ παρὰ ξοάνωι. | |
ὧδε τὸν εὐάντητον ἀεὶ θεὸν Ἀντιπάτρου παῖς | |
στῆσε Φίλων, ἀγαθῆς σύμβολον εὐπλοΐης. |