[ ] Bith. — Kalchedon (Kadıköy) — 1st c. BC-1st c. AD — Sokolowski, LSAM 5
— — —
1 [— — — —]εισιδ[— — — — — — — — — — — —]
[— — — —] στρατείας καὶ ἁπ̣[ασᾶν τᾶν λει]-
[τουργι]ᾶν, ἄν κα μὴ αὐτὸς θέ[ληι, — —]
[— — τοῦ] ἐπικεφαλαίου τέλεος τοῦ ε̣[— —]
5 [․․]ι̣ον· στε[φ]ανα[φ]ορείτω δὲ τὰς ἐρ[ότιας πά]-
[σα]ς καὶ ἐπὶ τὰ δεῖπνα φοιτήτω τὰ δμό]-
[σια]· χρηείσθω δὲ καὶ τῶι περὶ τὸ ἱερὸ[ν χώ]-
[ρωι] τῶι δαμοσίωι ὅτι κα θέληι, ὅτι κα [μὴ]
[ἁ πό]λις κατασκευάξηι. ὠνείσθω δὲ ὅς [κα ἦι]
10 [ὁλ]όκλαρος καὶ ὧι δαμοσιοργίας μ[έτε]-
[στι]· ἐξέστω δὲ καὶ [π]αιδὶ ὠνεῖσθαι, ἄ[λ]-
[λωι] δὲ μηθενὶ ἐξέστω τὰν ἱερωτεία[ν ἢ ἑ]-
[αυτ]ῶι. ὃς δέ κ[α] εἴπηι ἢ προαισιμνάσηι [ἢ ἐν βου]-
[λᾶι] ἢ ἐν δάμωι ἢ ἄλλει χ’ ὁπειοῦν [ὡς δεῖ]
15 [ἀφε]λέσθαι τὸν πριάμενον τὰν ἱερω[τείαν],
[χιλ]ίας δραχμὰς ἀποτεισάτω ἱερὰ[ς τοῦ]
[Ἀσ]κλαπιοῦ. τᾶς δὲ τιμᾶς καταβαλεῖ [τὸ μὲν]
[ἥμι]σσον καὶ ἑκατοστὰν καὶ τριακο[στὰν]
[ἐν] τῶι Πεταγειτνίωι μηνὶ πρὸ τᾶς δε[κάτας],
20 [τὸ δ]ὲ ἥμισσον ἐν τῶι Διονυσίωι πρὸ [τᾶς δεκά]-
[τα]ς. ἐπ[εὶ] δέ κα τὰν τιμὰν πᾶσαν κα[ταβά]-
[λη]ι, ἀντεθησεῖται· τὸ δὲ ἀνάλωμα [τὸ ἐς]
[τὰ]ν ἄνθεσιν παρεξεῖ αὐτὸς ἑαυτ[ῶι. ἀνοί]-
[γε]ν δὲ τὸν ἱερῆ τὸν ναὸν κατ’ ἀμέ[ραν· ἐπι]-
25 [με]λέσθαι δὲ αὐτὸν καὶ στοιᾶ[ς τᾶς]
[πὸ]τ τῶι Ἀσκλαπιείωι ὅπως καθαρ[ὰ ἦι]·
[τᾶ]ς δὲ ποθόδου ἀρξεῖ μεὶς Μαχάνε[ιος].
[τιμ]ὰ ἱερωτείας σὺν ἑκατοστᾶι κ[αὶ τρια]-
[κο]στᾶι δραχμαὶ πεντακισχίλιαι [καὶ τριά]-
30 [κον]τα ὀκτώ, τέτορες ὀβολοί. ἐπρία[το]
[Μᾶ]τρις Μηνίου.
Search Help
Contact Us