[ ]
Bith. — Kalchedon (Kadıköy) — late 3rd-early 2nd c. BC
1 | [Φωκαέων]. |
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ Καλχηδόνιοι φίλοι τε καὶ εὖνοι] | |
[διὰ προγόνων] τ̣ῆ̣ι̣ [πό]λει ἡμῶ̣[ν ὑπάρχοντες ἀπεστάλκασι ψήφισμα καὶ πρεσ]- | |
[βευτὰς] Ἀντικράτη καὶ Δημύλον̣ ․․6․․․υ̣σιμ̣[— — — ἐμφανίζοντες πε]- | |
5 | [ρὶ χρησ]μῶν αὐτοῖς ὑπὸ τοῦ Ἀπόλλωνος τοῦ Χρηστ̣η̣ρ̣[ίου δεδομένων, ἐν] |
[οἷς φησ]ιν τὴμ πόλιν τὴν Καλχηδονίων εἶναι ἑαυτοῦ καὶ ὑπάρχειν̣ ἅπ̣[ασιν] | |
[ἀνθρώποι]ς ἱερὰν καὶ ἄσυλον, καὶ π̣αρακαλοῦσιν ἡμᾶς συναυξῆσαι τ̣[ὰς τῶν] | |
[θεῶν τιμά]ς, καθότι καὶ ἐπιβάλλει ἡμῖν, καὶ ἀποδεῖξαι τὴμ πόλιν τὴν Καλχηδ[ονίων] | |
[ἱερὰν καὶ ἄ]συλον κατὰ τὰς τοῦ θεοῦ μαντείας· ἐπελθόντες δὲ καὶ οἱ πρεσβ[ευταὶ] | |
10 | [ἐπὶ τὴν βου]λὴν καὶ τὴν ἐκλησίαν διελέγησαν ἀκολούθως τοῖς ἐν τῶι ψηφίσ̣[ματι] |
[γεγραμμέ]νοις, ἀγαθῆι τύχηι καὶ ἐπὶ σωτηρίαι τοῦ τε Φωκαέων δήμου καὶ τ̣[οῦ Καλ]- | |
[χηδονίω]ν δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἀποκρίνασθαι Καλχηδον[ίοις, διό]- | |
[τι ὁ Φωκα]έων δῆμος διά τε τὴν ἐκ προγόνων ὑπαρχουσαν αὐτῶι εὐ[σέβει]- | |
[αν πρὸς τ]ὸ θεῖον καὶ διὰ τὴν πρὸς Καλ[χ]ηδονίους εὔνοι̣άν τε καὶ φιλίαν κ[αὶ βου]- | |
15 | [λόμενος] συναύξειν τὰς τῶν θεῶν τιμὰς ἀποδέχεται τὴμ πόλιν αὐ[τῶν ἱε]- |
[ρὰν καὶ] ἄσ[υ]λον καὶ ἀποδεικνύει κατὰ τὰς τοῦ θεοῦ μαντείας· τοὺ[ς δὲ] | |
[․․․7․․․]ους δοῦναι τοῖς πρεσβευταῖς ξένια τὰ ἐκ τοῦ νόμου. | |
Τενεδίων. | |
[ἔδοξεν τ]ᾶι βόλλαι καὶ τῶι δάμωι, γνώμα τᾶς βόλλας· ἐπειδὴ Κα[λχαδό]- | |
20 | [νιοι φίλ]οι ἔοντες κ[αὶ] οἴκειοι καὶ σύμμαχοι ἐκ παλαίων χρόνων τ[αῖς πόλι]- |
[ος ταῖς Τ]ενεδίων ἀπεστάλκαισι ψάφισμα καὶ πρέσβεα Δήμ[υλον ἐμ]- | |
[φανίζ]οντες, διότι ὁ Ἀπόλλων πὰρ αὔτοις ἐξενηνόχει χρήσμο[ις, δι’] | |
[ὧν ἀπ]οφαίνεται ταὶν πόλιν ταὶν Καλχαδονίων ἔμμεναι ἑαύ[τω καὶ] | |
[ὑπάρχ]ειν πάντεσσι ἀνθρώποις ἴραν καὶ ἄσουλον, καὶ παρκα[λείοισι] | |
25 | [Καλχαδ]όνιοι τὸ<ν> δᾶμον συναύξησαι ταὶς τῶ θέω τίμαις καὶ ἀ[— — —] |
[ἀπόδειξα]ι ταὶν πόλιν ταὶν Καλχαδονίων ἴραν καὶ ἄσουλον κὰτ [τοὶς τῶ] | |
[θέω χρήσ]μοις, [κα]ὶ ὁ παρέων πὰρ αὔτοις πρέσβευς ἐπέλθων ἐπ[ὶ ταὶν] | |
[βόλλαιν καὶ τὸν δ]ᾶμον διελέχθη ἀκολούθως τοῖς ἐν [τῶι ψαφίσματι] | |
[γεγραμμένοις], σπούδαις καὶ φιλοτιμίαις οὖθεν ἐ[λλείπων, ἀγάθαι τύχαι] | |
30 | [καὶ ἐπὶ σωτηρίαι] δεδ[όχ]θαι τᾶι βόλ[λαι κ]αὶ̣ τῶ[ι δάμωι — — —] |
— — — |