[ ] Bith. — Kalchedon (Kadıköy) — late 3rd-early 2nd c. BC
1                          [Φωκαέων].
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ Καλχηδόνιοι φίλοι τε καὶ εὖνοι]
[διὰ προγόνων] τ̣ῆ̣ι̣ [πό]λει ἡμῶ̣[ν ὑπάρχοντες ἀπεστάλκασι ψήφισμα καὶ πρεσ]-
[βευτὰς] Ἀντικράτη καὶ Δημύλον̣ ․․6․․․υ̣σιμ̣[— — — ἐμφανίζοντες πε]-
5 [ρὶ χρησ]μῶν αὐτοῖς ὑπὸ τοῦ Ἀπόλλωνος τοῦ Χρηστ̣η̣ρ̣[ίου δεδομένων, ἐν]
[οἷς φησ]ιν τὴμ πόλιν τὴν Καλχηδονίων εἶναι ἑαυτοῦ καὶ ὑπάρχειν̣ ἅπ̣[ασιν]
[ἀνθρώποι]ς ἱερὰν καὶ ἄσυλον, καὶ π̣αρακαλοῦσιν ἡμᾶς συναυξῆσαι τ̣[ὰς τῶν]
[θεῶν τιμά]ς, καθότι καὶ ἐπιβάλλει ἡμῖν, καὶ ἀποδεῖξαι τὴμ πόλιν τὴν Καλχηδ[ονίων]
[ἱερὰν καὶ ἄ]συλον κατὰ τὰς τοῦ θεοῦ μαντείας· ἐπελθόντες δὲ καὶ οἱ πρεσβ[ευταὶ]
10 [ἐπὶ τὴν βου]λὴν καὶ τὴν ἐκλησίαν διελέγησαν ἀκολούθως τοῖς ἐν τῶι ψηφίσ̣[ματι]
[γεγραμμέ]νοις, ἀγαθῆι τύχηι καὶ ἐπὶ σωτηρίαι τοῦ τε Φωκαέων δήμου καὶ τ̣[οῦ Καλ]-
[χηδονίω]ν δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἀποκρίνασθαι Καλχηδον[ίοις, διό]-
[τι ὁ Φωκα]έων δῆμος διά τε τὴν ἐκ προγόνων ὑπαρχουσαν αὐτῶι εὐ[σέβει]-
[αν πρὸς τ]ὸ θεῖον καὶ διὰ τὴν πρὸς Καλ[χ]ηδονίους εὔνοι̣άν τε καὶ φιλίαν κ[αὶ βου]-
15 [λόμενος] συναύξειν τὰς τῶν θεῶν τιμὰς ἀποδέχεται τὴμ πόλιν αὐ[τῶν ἱε]-
[ρὰν καὶ] ἄσ[υ]λον καὶ ἀποδεικνύει κατὰ τὰς τοῦ θεοῦ μαντείας· τοὺ[ς δὲ]
[․․․7․․․]ους δοῦναι τοῖς πρεσβευταῖς ξένια τὰ ἐκ τοῦ νόμου.
                      Τενεδίων.
[ἔδοξεν τ]ᾶι βόλλαι καὶ τῶι δάμωι, γνώμα τᾶς βόλλας· ἐπειδὴ Κα[λχαδό]-
20 [νιοι φίλ]οι ἔοντες κ[αὶ] οἴκειοι καὶ σύμμαχοι ἐκ παλαίων χρόνων τ[αῖς πόλι]-
[ος ταῖς Τ]ενεδίων ἀπεστάλκαισι ψάφισμα καὶ πρέσβεα Δήμ[υλον ἐμ]-
[φανίζ]οντες, διότι ὁ Ἀπόλλων πὰρ αὔτοις ἐξενηνόχει χρήσμο[ις, δι’]
[ὧν ἀπ]οφαίνεται ταὶν πόλιν ταὶν Καλχαδονίων ἔμμεναι ἑαύ[τω καὶ]
[ὑπάρχ]ειν πάντεσσι ἀνθρώποις ἴραν καὶ ἄσουλον, καὶ παρκα[λείοισι]
25 [Καλχαδ]όνιοι τὸ<ν> δᾶμον συναύξησαι ταὶς τῶ θέω τίμαις καὶ ἀ[— — —]
[ἀπόδειξα]ι ταὶν πόλιν ταὶν Καλχαδονίων ἴραν καὶ ἄσουλον κὰτ [τοὶς τῶ]
[θέω χρήσ]μοις, [κα]ὶ ὁ παρέων πὰρ αὔτοις πρέσβευς ἐπέλθων ἐπ[ὶ ταὶν]
[βόλλαιν καὶ τὸν δ]μον διελέχθη ἀκολούθως τοῖς ἐν [τῶι ψαφίσματι]
[γεγραμμένοις], σπούδαις καὶ φιλοτιμίαις οὖθεν ἐ[λλείπων, ἀγάθαι τύχαι]
30 [καὶ ἐπὶ σωτηρίαι] δεδ[όχ]θαι τᾶι βόλ[λαι κ]αὶ̣ τῶδάμωι — — —]
— — —
Search Help
Contact Us