[ ]
Cil. — Seleukeia on the Kalykadnos (Silifke) — ca. 172 BC — Dkschr.Wien 44.1896.114,6
| 65 | Καλχηδονίων. ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι. ἐπ[ει]- |
| δὴ Εὔδαμος Νίκωνος Σελευκεὺς φίλος ἐὼν καὶ εὔ- | |
| νους τῶι βασιλεῖ χρείας παρέχεται τᾶι πόλει, δεδόχθαι | |
| τῶι δάμωι· ἐπαινέσαι αὐτὸν καὶ στεφανῶσαι χρυσέωι | |
| στεφάνωι εὐνοίας ἕνεκα τᾶς εἰς τὸν δᾶμον· τὸν δὲ ἀ- | |
| 70 | γωνοθέταν ἀναγγεῖλαι τὸν [σ]τέφανον τοῖς Διονυσί- |
| οις ἐν τῶι θεάτρωι· δεδόσθαι δὲ αὐτῶι καὶ πολιτίαν καὶ ἰσο- | |
| τέλειαν καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν [κ]αὶ τὸν δᾶμον με- | |
| τὰ τὰ ἱερά· ὅπως δὲ καὶ πρόξενος γένηται, τοὺς στρα- | |
| ταγοὺς τοὺς τὰν δευτέραν τετράμηνον στρα[τα]γοῦν- | |
| 75 | τας εἰσαγγεῖλαι εἰς τὰ[ν] βουλὰν κὰτ τὸν νόμον· τοὺς δὲ |
| πρεσβευτὰς τοὺς ἁˉι[ρημέν]ους διαλέγεσθαι αὐτῶι καὶ | |
| π[αρ]ακαλεῖν χρείας παρέχεσθαι τῶι δήμωι π[ε]ρὶ ὧν πρεσ- | |
| βεύοντι ποτὶ τὸν βασιλέ’ Ἀντίοχον, δηλοῦντας αὐτῶι | |
| ὅτι τυχὼν τούτων ὁ δᾶμος χάριτας ἀποδώσει αὐ- | |
| 80 | τῶι ἀξίας τῶν εὐεργετημάτων. |