[ ] Cil. — Seleukeia on the Kalykadnos (Silifke) — ca. 172 BC — Dkschr.Wien 44.1896.114,6
65 Καλχηδονίων. ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι. ἐπ[ει]-
  δὴ Εὔδαμος Νίκωνος Σελευκεὺς φίλος ἐὼν καὶ εὔ-
  νους τῶι βασιλεῖ χρείας παρέχεται τᾶι πόλει, δεδόχθαι
  τῶι δάμωι· ἐπαινέσαι αὐτὸν καὶ στεφανῶσαι χρυσέωι
  στεφάνωι εὐνοίας ἕνεκα τᾶς εἰς τὸν δᾶμον· τὸν δὲ ἀ-
70   γωνοθέταν ἀναγγεῖλαι τὸν [σ]τέφανον τοῖς Διονυσί-
  οις ἐν τῶι θεάτρωι· δεδόσθαι δὲ αὐτῶι καὶ πολιτίαν καὶ ἰσο-
  τέλειαν καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν [κ]αὶ τὸν δᾶμον με-
  τὰ τὰ ἱερά· ὅπως δὲ καὶ πρόξενος γένηται, τοὺς στρα-
  ταγοὺς τοὺς τὰν δευτέραν τετράμηνον στρα[τα]γοῦν-
75   τας εἰσαγγεῖλαι εἰς τὰ[ν] βουλὰν κὰτ τὸν νόμον· τοὺς δὲ
  πρεσβευτὰς τοὺς ἁˉι[ρημέν]ους διαλέγεσθαι αὐτῶι καὶ
  π[αρ]ακαλεῖν χρείας παρέχεσθαι τῶι δήμωι π[ε]ρὶ ὧν πρεσ-
  βεύοντι ποτὶ τὸν βασιλέ’ Ἀντίοχον, δηλοῦντας αὐτῶι
  ὅτι τυχὼν τούτων ὁ δᾶμος χάριτας ἀποδώσει αὐ-
80   τῶι ἀξίας τῶν εὐεργετημάτων.
Search Help
Contact Us