[ ] Bith. — Nikomedeia (Izmit) — J. Keil
1 τὸν Φρυγίη[ς προμαχοῦνθ’, ὃν ἐθαύμασε] θεῖος Ὅμηρος
κάλλει καὶ σ[οφίῃ ζηλοῦντα με θούριδι τ’] ἀλκῇ
Ἑκτόριον [κατέχει τάφος ὧδε θανόντα πρ]όμοιρον,
τόν ποτε χα[λκηρῆ τειμῶντα φίλοπλ]ον Ἄρηα
5 κείμενον [δ’ οὐκ ἐχθρῷ δεδμημένον, ἀλ]λ’ ὑπὸ Μοίρης·
νῦν με Πρό[κλος ἔθαψε πατὴρ] ὁμοῦ τε σύνευνος·
τρὶς δέκα[τον τελέσαντα καὶ ἡμί]ολον λυκαβάντων,
μούνη δ’ ἐν [θαλάμοις ἄλοχος ποθέ]ουσα σιωπῇ·
ἔστε δὲ τὸ [πρόρρημ’, ὃς ἄλλο]ν ἐνθάδε θάψει
10 δὶς δέκα χ[ειλιάδας δραχμῶν ἀρ]ιθμὸν εἰσοίσει.
Search Help