[ ] Bith. — Gebze
1                   Φιλήτη ἡ καὶ Ματρώνα
ζῶσα ἐμαυτῇ τὴν πύαιλον ἔθηκα σὺν τῷ περιωρισμένῳ
τόπῳ καὶ τῷ γλυκυτάτῳ μου ἀνδρὶ Αὐρηλίῳ
                  Σωκράτῃ ὁ καὶ Εὖπος·
5 καὶ βούλομαι μετὰ τὸ κατατεθῆναι ἡμᾶς μηδένα ἕτερον
τεθῆναι εἰς τὴν πύαιλον ταύτην, εἰ μὴ ἐὰν ἐπείξει τέκνο[ις]
ἡμῶν· ὃς δ’ ἂν παρὰ ταῦτα ποιήσι, δώσει προστείμου τῷ
ταμείῳ (δην.) ͵βφʹ καὶ τῇ πόλει (δην.) ͵αφʹ καὶ τῇ Ἀρβειλανῶν κώμῃ (δην.) ͵α.
                           χαίρετε.
Search Help
Contact Us