[ ] Bith. — Kara Yakuplu
1 ἄμπαυμα μόχθων καὶ φύλαγμα σωμ̣[άτων]
ἔθεντο κοινὸν ἐς τὸ τοῦ βίου έλος]
Στράτων Ἱέρωνος καὶ Ἰόλη τούτου δάμαρ
στοργὴν βεβαίαν κἀν φθιτοῖς αἱρούμενοι.
5 ὃς ἂν δὲ μετὰ τὸ τεθῆναι τὸν Στράτωνα
καὶ τὴν Ἰόλην ἕτερον βάλῃ τινά, δότω
προστείμου τῷ φίσκῳ καὶ τῇ πόλει (δην.) ͵α—ʹ.
[χαίρε]τ[ε].
Search Help
Contact Us