[ ]
Bith. — Nikomedeia (Izmit)
1 | Αὐρ. Ἐάρινος, ἄρξας τῆς κρατίσ- |
της φυλῆς Ποσειδωνιάδος, | |
ἔθηκα τὴν [σ]ορὸν ἐμαυτῷ καὶ τῇ συ- | |
νβίῳ μου Αὐρηλίᾳ Διογενείῃ | |
5 | καὶ τῇ θυγατρί μου Αὐρηλίᾳ Βα- |
σιλικῇ τῇ καὶ Ματ[ρ]ώνῃ προτε- | |
λευτη[σ]άσῃ, νεικήσασαν ἐν σω- | |
φροσύνῃ πᾶσαν γυναῖκα, ζήσασαν | |
ἔτη κβʹ· κα[ὶ] βούλομαι μετὰ τὸ | |
10 | κατατεθῆναι ἡμᾶς μηδένα ἕτε- |
ρον ἀνοῖξαι τὴν σορόν, εἰ μὴ ἐ- | |
ὰν ἐπείξῃ τέκνῳ ἡμῶν· ἐὰν δέ | |
τις παρὰ ταῦτα πο<ι>ήσει, δώσει | |
προστείμου τῷ ἱερωτάτῳ τα- | |
15 | μείῳ (δην.) ͵ε καὶ τῇ πόλει (δην.) ͵γ. χαίρετε. |