[ ] Bith. — Nikomedeia (Izmit)
1 Ἀριστόδημος Ταυρέου
καὶ Λύκος Ἀριστοδήμου
Βοοσπορανοὶ ζῶντες ἑαυτοῖς σὺν τῷ περιτετρινχισμένῳ,
τόπῳ τὴν πύελον ἐθήκαμεν καὶ τοῖς ἀδελφοῖς ἡμῶν
5 Σαμβίωνι Ἀριστοδήμου
καὶ Σαμβίωνι Ταυρ[έ]ου·
καὶ βουλόμεθ[α μετὰ] τὸ κατατεθῆναι ἡμᾶς τοὺς
προγεγραμμένους μηδένα ἕτερον ἐπεντεθῆναι·
εἰ δέ τις παρὰ ταῦτα ποιήσει, δώσει προστείμου τῷ
10 ἱερωτάτῳ ταμείῳ (δην.) ͵ε καὶ τῇ πόλει (δην.) ͵βφʹ.
Search Help
Contact Us