[ ] Bith. — Nikomedeia (Izmit)
1 Αὐρ. Δημήτριος
ἔθηκα ἐμαυτῷ τὴν
θήκην σὺν τῷ βωμῷ
καὶ τῇ συνβίῳ μου Αὐρ.
5 Ῥουφείνῃ· καὶ βούλομ[αι]
[μ]ετὰ τὸ ἡμᾶς κατατε-
θῆναι μηδίνα {²⁶μηδένα}²⁶ ἕτερον
βληθῆναι· ἐὰν δέ τις
παρὰ ταῦ[τα] ποιήσει,
10 δότω προστείμου
τῷ ταμείῳ (δην.) ͵γ.
   χαίρετε.
Search Help
Contact Us