[ ] Bith. — Nikomedeia (Izmit)
1 [ὦ] πημάτων ἀρχηγὲ
[κ]ὲ ζόης φθόνε, / φωτὸς
[σ]τερήσας τὴν ἐμοὶ ποθου-
[μέ]νην, / Εὐτυχιανὴν τοὔ-
5 [ν]ομα· ἔνθα ἐθέμην στήλην
[μν]ήμης χάριν εἰδίας γαμετῆς
[Εὐ]τύχιος τοὔνομα, σω-
[φρ]όνως συνζήσασαν μετὰ ἐμοῦ
[ἐν]ιαυτοὺς ὀκτώ, <ἔ>λιψε δέ μοι
10 [νή]πια δύω ἡ ἀκατάγνωστος
[κὲ] φίλανδρος· θνῄσκι δὲ ἐνι-
[αυ]τῶν κεʹ τὴν εἰδίαν μοῖραν
[τ]ελέσασα, ὧν ἔκαμε
[μη]δ’ ἀπολαύσασα. χέρετε {²⁶χαίρετε}²⁶.
Search Help
Contact Us