[ ]
Bith. — Nikomedeia (Izmit) — ca. 214 AD?
1 | ἀγαθῇ τύχῃ. |
Ἰουλίαν Αὐγούσταν Σεβ[αστήν], | |
μητέρα στρατοπέδων, ἡ με[γίστη] | |
μητρόπολις καὶ πρώτη | |
5 | Βειθυνίας τε καὶ Πόντου |
Ἁδριανὴ Σεουηριανὴ δὶς | |
νεωκόρος Ν<ει>κομήδεια | |
ἱερὰ καὶ ἄσυλος, φίλη, πιστὴ | |
καὶ σύμμαχος ἄνωθε τ<ῷ> δήμῳ | |
10 | τῷ Ῥωμαίων, διέποντος τὴν |
ἐπαρχείαν Μ. Κλ. Δημητρίου | |
τοῦ λαμπροτάτου <ὑ>πατικοῦ, | |
πρεσβευτοῦ καὶ ἀντιστρατήγου | |
τῶν Σεβαστ<ῶ>ν, | |
15 | λογιστεύοντος Καισερνίου |
Στατιανοῦ τοῦ κρατίστου. |