[ ] Bith. — Bursa Mus. — late Hellenistic-early Rom. Imp. period
1 οὐ δνοφερὰν Ἀχέροντος ἔβαν νεκυο-
στόλον οἶμον / Μηνικέτης, μακάρων
δ’ ἔδραμον εἰς λιμένας· / δέμνια γὰρ λινόπε̣-
π̣λα θεᾶς ἄρρητα βεβήλοις / Αἰγύπτου τρα-
5 φεροῖς δώμασιν ἁρμοσάμαν· / τιμήεις δὲ βρο-
τοῖσι θανών, ξένε, τὰν ἐπίσαμον / φάμαν Ἰσ̣ια̣-
κ̣ῶν μάρτυρ’ ἐπεσπ̣ασάμαν· / πατρὶ δὲ κῦδος
ἔθηκα Μενεσθέϊ, τρισσὰ λελοιπὼς / τέκνα·
τὺ δὲ στείχοις τάνδε ὁδὸν ἀβλαβέως. /
Search Help
Contact Us