[ ]
Bith. — Prusa ad Olympum (Bursa) — ca. 188-aft. 171 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μενέμαχος |
| Ἀρχελάου εἶπεν· ἐπεὶ Κόρραγος Ἀριστομάχου | |
| Μακεδών, τεταγμένος στρατηγὸς τῶν κα- | |
| θ’ Ἑλλήσποντον τόπων, διατελεῖ τὴμ πᾶσαν | |
| 5 | σπουδὴν καὶ εὔνοιαν προσφερόμενος εἰς τὸ συν- |
| αύξεσθαι τὸν δῆμον, καὶ κοινῆι καὶ ἰδίαι τοῖς ἐν- | |
| τυγχάνουσιν τῶν πολιτῶν εὔχρηστον αὐτὸ[ν] | |
| παρασκευάζει, ὑπό τε τὴν παράληψιν τῆς πόλεως | |
| ἠξίωσεν τὸν βασιλέα ἀποδοθῆναι τούς τε ν[ό]- | |
| 10 | μους καὶ τὴν πάτριον πολιτείαν καὶ τὰ ἱερὰ τεμέ- |
| νη καὶ τὸ εἰς τὰ ἱερὰ καὶ πόλεως διοίκησιν ἀργύριον καὶ | |
| τὸ τοῖς νέοις ἔλαιον καὶ τὰ ἄλλα ἅπερ ἐξ ἀρχῆς ὑπῆ[ρ]- | |
| χεν τῶι δήμωι, ἐνδεῶς τε ἀπαλλασσόν- | |
| των τῶν πολιτῶν διὰ τὸν πόλεμον παρ[ά] | |
| 15 | τε αὐτοῦ ἐχαρίσατο εἰς τὰς δημοτε- |
| λεῖς θυσίας βοῦς καὶ ἱερεῖα, καὶ τῶι βασιλε[ῖ] | |
| μνησθεὶς ἐξεπορίσατο σῖτον εἰς σπέρμ[α] | |
| καὶ διατροφήν, καὶ τὰς ἰδίας ἑκάστωι τῶν | |
| πολιτῶν κτήσεις συνέσπευσεν διαμεῖ[ναι] | |
| 20 | τοῖς τε μὴ ἔχουσιν δοθῆναι ἐκ τοῦ βασιλικοῦ̣, |
| καὶ ἀτελείας ἐπικεχωρημένης πασῶν | |
| τῶν προσόδων ὑπὸ τοῦ βασιλέως ἐτῶν | |
| τριῶν ἔσπευσεν καὶ ἄλλα δύο ἔτη ἐπιδοθῆ- | |
| ναι, βουλόμενος εἰς εὐδαιμονίαν καὶ ἐπίδο- | |
| 25 | σιν καταστῆσαι τοὺς πολίτας, ἀκόλουθα πράσσων τ[ῆι] |
| τοῦ βασιλέως προαιρέσει· ἵνα δὲ καὶ ὁ δῆμος φα[ί]- | |
| νητα<ι> ἀποδιδοὺς χάριτας ἀξίας τοῖς αὐτὸν | |
| εὐεργετοῦσιν, δεδόχθαι τῶι δήμωι· [ἐπαινέσαι τε] | |
| Κόρραγον τὸν στρατηγὸν κα[ὶ στεφανῶσαι αὐτὸν] | |
| 30 | χρυσῶι στεφ[άνωι — — — |
| — — — |