[ ]
Bith. — Prusa ad Olympum (Bursa) — ca. 188-aft. 171 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μενέμαχος |
Ἀρχελάου εἶπεν· ἐπεὶ Κόρραγος Ἀριστομάχου | |
Μακεδών, τεταγμένος στρατηγὸς τῶν κα- | |
θ’ Ἑλλήσποντον τόπων, διατελεῖ τὴμ πᾶσαν | |
5 | σπουδὴν καὶ εὔνοιαν προσφερόμενος εἰς τὸ συν- |
αύξεσθαι τὸν δῆμον, καὶ κοινῆι καὶ ἰδίαι τοῖς ἐν- | |
τυγχάνουσιν τῶν πολιτῶν εὔχρηστον αὐτὸ[ν] | |
παρασκευάζει, ὑπό τε τὴν παράληψιν τῆς πόλεως | |
ἠξίωσεν τὸν βασιλέα ἀποδοθῆναι τούς τε ν[ό]- | |
10 | μους καὶ τὴν πάτριον πολιτείαν καὶ τὰ ἱερὰ τεμέ- |
νη καὶ τὸ εἰς τὰ ἱερὰ καὶ πόλεως διοίκησιν ἀργύριον καὶ | |
τὸ τοῖς νέοις ἔλαιον καὶ τὰ ἄλλα ἅπερ ἐξ ἀρχῆς ὑπῆ[ρ]- | |
χεν τῶι δήμωι, ἐνδεῶς τε ἀπαλλασσόν- | |
των τῶν πολιτῶν διὰ τὸν πόλεμον παρ[ά] | |
15 | τε αὐτοῦ ἐχαρίσατο εἰς τὰς δημοτε- |
λεῖς θυσίας βοῦς καὶ ἱερεῖα, καὶ τῶι βασιλε[ῖ] | |
μνησθεὶς ἐξεπορίσατο σῖτον εἰς σπέρμ[α] | |
καὶ διατροφήν, καὶ τὰς ἰδίας ἑκάστωι τῶν | |
πολιτῶν κτήσεις συνέσπευσεν διαμεῖ[ναι] | |
20 | τοῖς τε μὴ ἔχουσιν δοθῆναι ἐκ τοῦ βασιλικοῦ̣, |
καὶ ἀτελείας ἐπικεχωρημένης πασῶν | |
τῶν προσόδων ὑπὸ τοῦ βασιλέως ἐτῶν | |
τριῶν ἔσπευσεν καὶ ἄλλα δύο ἔτη ἐπιδοθῆ- | |
ναι, βουλόμενος εἰς εὐδαιμονίαν καὶ ἐπίδο- | |
25 | σιν καταστῆσαι τοὺς πολίτας, ἀκόλουθα πράσσων τ[ῆι] |
τοῦ βασιλέως προαιρέσει· ἵνα δὲ καὶ ὁ δῆμος φα[ί]- | |
νητα<ι> ἀποδιδοὺς χάριτας ἀξίας τοῖς αὐτὸν | |
εὐεργετοῦσιν, δεδόχθαι τῶι δήμωι· [ἐπαινέσαι τε] | |
Κόρραγον τὸν στρατηγὸν κα[ὶ στεφανῶσαι αὐτὸν] | |
30 | χρυσῶι στεφ[άνωι — — — |
— — — |