[ ] Bith. — Prusa ad Olympum (Bursa) — ca. 188-aft. 171 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μενέμαχος
Ἀρχελάου εἶπεν· ἐπεὶ Κόρραγος Ἀριστομάχου
Μακεδών, τεταγμένος στρατηγὸς τῶν κα-
θ’ Ἑλλήσποντον τόπων, διατελεῖ τὴμ πᾶσαν
5 σπουδὴν καὶ εὔνοιαν προσφερόμενος εἰς τὸ συν-
αύξεσθαι τὸν δῆμον, καὶ κοινῆι καὶ ἰδίαι τοῖς ἐν-
τυγχάνουσιν τῶν πολιτῶν εὔχρηστον αὐτὸ[ν]
παρασκευάζει, ὑπό τε τὴν παράληψιν τῆς πόλεως
ἠξίωσεν τὸν βασιλέα ἀποδοθῆναι τούς τε ν[ό]-
10 μους καὶ τὴν πάτριον πολιτείαν καὶ τὰ ἱερὰ τεμέ-
νη καὶ τὸ εἰς τὰ ἱερὰ καὶ πόλεως διοίκησιν ἀργύριον καὶ
τὸ τοῖς νέοις ἔλαιον καὶ τὰ ἄλλα ἅπερ ἐξ ἀρχῆς ὑπῆ[ρ]-
χεν τῶι δήμωι, ἐνδεῶς τε ἀπαλλασσόν-
των τῶν πολιτῶν διὰ τὸν πόλεμον παρ[ά]
15 τε αὐτοῦ ἐχαρίσατο εἰς τὰς δημοτε-
λεῖς θυσίας βοῦς καὶ ἱερεῖα, καὶ τῶι βασιλε[ῖ]
μνησθεὶς ἐξεπορίσατο σῖτον εἰς σπέρμ[α]
καὶ διατροφήν, καὶ τὰς ἰδίας ἑκάστωι τῶν
πολιτῶν κτήσεις συνέσπευσεν διαμεῖ[ναι]
20 τοῖς τε μὴ ἔχουσιν δοθῆναι ἐκ τοῦ βασιλικοῦ̣,
καὶ ἀτελείας ἐπικεχωρημένης πασῶν
τῶν προσόδων ὑπὸ τοῦ βασιλέως ἐτῶν
τριῶν ἔσπευσεν καὶ ἄλλα δύο ἔτη ἐπιδοθῆ-
ναι, βουλόμενος εἰς εὐδαιμονίαν καὶ ἐπίδο-
25 σιν καταστῆσαι τοὺς πολίτας, ἀκόλουθα πράσσων τ[ῆι]
τοῦ βασιλέως προαιρέσει· ἵνα δὲ καὶ ὁ δῆμος φα[ί]-
νητα<ι> ἀποδιδοὺς χάριτας ἀξίας τοῖς αὐτὸν
εὐεργετοῦσιν, δεδόχθαι τῶι δήμωι· [ἐπαινέσαι τε]
Κόρραγον τὸν στρατηγὸν κα[ὶ στεφανῶσαι αὐτὸν]
30 χρυσῶι στεφ[άνωι — — —
— — —
Search Help
Contact Us