[ ] Bith. — Nikaia (Iznik): Yakacik(Esri)/Söǧüt — 3rd-4th c. AD
1 Αὐρ. Σεκοῦνδος
Ὁστιλλίου καὶ Αὐρ.
Μαρκιαν[ὴ] ․ακι̣λ̣ο̣-
[— — —] ἑαυ-
5 τ̣ῶ̣ν̣ τὸ [μ]νημεῖον
κατεσκεύασαν
[π]ροτελευτήσαντος
αὐτῶν το<ῦ> υἱοῦ Αὐρ. Σε-
κούνδου στρατηγοῦ·
10 ὡς μηδενὶ ἑτέρῳ ἐξὸν
ε[ἶ]ναι σκοῖλαι {²⁶σκῦλαι}²⁶ ἢ διαδό-
χοις αὐτῶν· ὃς δὲ ἄν
σ̣κο̣ι̣λ̣ῇ χ̣ω̣ρ̣ὶς τῆς τῶν δια-
δόχων̣ γνώμης ἀποδώ-
15 σει τῷ ἱερωτάτῳ ταμείῳ
προστείμου (δην.) ͵βφʹ.
Search Help
Contact Us