[ ] Bith. — Nikaia (Iznik): Ehnez Deresi Bei Çalti — 3rd c. AD
1 [ἔνθ’ Ἀγ]έλας κεῖται τετειμένος ἀνδράσι πᾶσι,
[ὃ]ν̣περ καὶ θεράποντ’ ἔσχε πατὴρ ἀνδρῶν τε θεῶν τε
καὶ τοῦτον τείμησεν σεμνὸν γεγαῶθ’ ἱερῆα
εἰς τὸ διὰ τῶν τούτου χειρῶν σπονδὰς προχέεσθαι
5 ἔν τε γεωπονίῃ πάντων μερόπων προάγοντα
πᾶν ἔργον κατὰ καιρὸν ἐν ὥρῃ χερσὶ καμόντα
πιστόν τ’ εὔχρηστόν τε βροτοῖς γεγαῶτα πρὸ πᾶσιν,
ὃν ἐνθαδεὶ τύμβευσε Κατιλλία Κορινθία,
Κατιλλίου Τρύφωνος ἐπιμελουμένου·
10 ἐνταῦθα κεῖται καὶ Ἰουνίλλα κόρη νέα,
ἣν ἀναθρεψάμενος Ἀγέλας προέθαψεν ἑ-
                αυτοῦ,
τοῦ ζῆν ἀρξαμένην καὶ ταχὺ παυσαμένην.
Search Help
Contact Us