[ ] Bith. — Nikaia (Iznik): Akkum/Söǧüt — 2nd c. AD?
1 τὴν πάσαις Χαρίτεσσι τετειμέ-
νην ἔξοχον ἄλλων / Κατύλ-
λαν, ἣν πάντες θεοὶ τεῖαν
οὐρανίωνες· / ἐν δ’ ἔβαλον σο-
5 φίης φρένας καὶ εἶδος ἀγητὸν /
ἀγαπητὴν δ’ ἔθεσαν θεοὶ πᾶ-
σιν μερόπεσσιν· / παντὰ γὰρ α̣[ὐ]-
τῇ ὑπῆρχεν ἐν ἀνθρώποι-
σιν ἄριστα· / ἡλικίη, χάριτες, σω-
10 φροσύνη̣ τ̣’ ἐρατινή, / ᾗ Νέσ-
τωρ πολύφρων γέρας ἔκτ[ι]-
σεν ἔνθα φιλάνδρῳ / σή[μα]-
τι καὶ βωμῷ, / Νεστορέαις [χά]-
ρισιν / μνημοσύνης ἕνε-
15 κον· τὸ γὰρ γέρας ἐστι θανό-
ντων.
    ζήσασα ἔτη λγʹ.
        χαῖρε.
Search Help
Contact Us