[ ] Bith. — Nikaia (Iznik): Aşaǧi Kinik/Göynük — Rom. Imp. period
1 Ἄττιον Μαρκιανὸν
τελαμῶνι γεραίρουσιν
σύνβιος ἠδὲ τέκνων τρί-
πτυχος εὐτεκνίη / Πό-
5 πλιος ἠδ’ Ἄττιος καὶ
Μαρκιανὸς φίλα τέκνα·
Τίτθα τεὴ καὶ ζῶσα χο-
ὰς πένπει παρὰ τύμβῳ,
κἢν θάνεται, σὺν σοὶ
10 κείσεται ἀνδρὶ φίλῳ.
σὺν καὶ τοῖς ἐποίησε χά-
ριν μνήμης τελαμῶνα
Ἄττιος Νεικομήδης φι-
λάδελφον ἔχων γνώμη<ν>.
Search Help
Contact Us