[ ]
Bith. — Nikaia (Iznik): Akçakaya/Geyve — 2nd-3rd c. AD
1 | μνῆμα |
Διλίπορις Ἄπφου ζῶν κα- | |
τεσκέουασεν {²⁶κατεσκεύασεν}²⁶ ἑαυτῷ | |
ἀνεξοδίαστον | |
5 | σὺν ταῖς οἰκίαις καθὼς περιείληπται. |
κἢν σπεύδῃς, ὦ ξεῖνε, καὶ ἢν εὔκαι- | |
ρος ὁδεύῃς, / στῆθι παρ’ οὑμὸν σῆμα | |
καὶ εἴσῃ τοὔνομα τοὐμόν, / οὐκ ἀσό- | |
φως ζητηθὲν ὑπὸ ζώοντος ἐμεῖο· / ἐν- | |
10 | νέα γράμματ’ ἔχω, τετρασύλλαβός εἰμι, νόει |
σύ· / αἱ τρεῖς αἱ πρῶται δύο γράμματ’ ἔχουσιν ἐκάσ- | |
τη, / ἡ λοιπὴ δὲ τὰ τρεία καὶ εἰσὶν ἄφωνα τὰ πέντε, / | |
ἐστὶ δ’ ἀριθμὸς πένθ’ ἑκατοντάδες <ἠ>δὲ δὶς | |
ἑπτά. / ταῦτ’ οὖν ζητήσας καὶ γνούς, ὅστις περ ὁ γρά- | |
15 | ψας, / γνωστὸς ἔσῃ Μούσαις καὶ σοφίης μέ- |
τοχος. / μνῆμα δ’ ἐμὸν τόδε χεῖρες ἔτι ζώ- | |
οντος ἔτευξαν / λαΐνεον γαίης Τέρβοιο, | |
ἣν κατέχω. / |