[ ] Bith. — Nikaia (Iznik): Arıcaklar/Gölpazarı — 1st-2nd c. AD
1     [ἀγ]αθῇ τύχῃ·
[Ἀρ]χαγάθῳ Ζηνὶ πανυπερ-
   τάτῳ ἄγγελον ἔνθα
αἰετὸν ὑψιπέτη θήκατο
5    Νικάδεως,
σαῖσι ταγαῖς πεισθεὶς, Κρονί-
  δα πάτερ· εὐχομένῳ δὲ
[κα]λῶς ἐσθλὰ σὺ δοῖς εἵνεκεν
    εὐσεβίης.
10 Διὶ Ἀρχαγάθῳ Μ. Κάσσιος Ποπλι-
ανὸς Νικάδας, ἐνποριάρχης καὶ ἀπὸ
πατρὸς Κασ. Νικάδου καὶ πάπου Δημη-
τρίου διὰ βίου οἰνοποσιάρχης καὶ γυ-
μνασιάρχης καὶ γραμματεὺς καὶ ἐπι-
15 μελητὴς {της} τοῦ νεοκτίστου ναοῦ,
κατὰ χρηματισμὸν ὀνίρου τὸν αἰετὸν
σὺν τῷ βωμῷ ἀνέθηκα.
Search Help
Contact Us