[ ] Bith. — Nikaia (Iznik): Yeniköy/Orhangazi — 3rd c. AD?
1 Αὐ̣ρ̣η̣λ(ία) Λονγεῖνα Ῥούφου ζῶσα ἑαυτῇ καὶ
τῷ ἑαυτῆς ἀνδρὶ Σεκούνδῳ ζήσαντι
ἔτη οʹ τόδε μνημῖον κατεσκεύασα μετὰ
τῶν ἑαυτῆς τέκνων Αὐρ(ηλίων) Πολυχρονίου καὶ
5 Σεκούνδου καὶ Ἀσκληπιοδότου· μετὰ δὲ τὸ
κατατεθῆναι ἡμᾶς τοὺς προγεγραμένους καὶ
τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν εἴ τις
δὲ αἵτερον {²⁶ἕτερον}²⁶ θελήσει πτῶμα α̣ἰπ̣ενθᾶψαι,
δώσι τῷ εἱαιρωτάτῳ {²⁶ἱερωτάτῳ}²⁶ ταμίῳ προστείμου (δην.) ͵β
10 καὶ τῇ λαπροτάτῃ Κειανῷ πόλει προσ-
τείμου (δην.) ͵α.
Search Help
Contact Us