IK Iznik 752
[ ] Bith. — Nikaia (Iznik): Sugören (Çengiler)/Yalova — 1st c. BC?
1 — — —
  ΘΑΝΟΝΔΕΦΕΜΕΝΟΥΠΑΝΤΟΣ․Υ̣ΠΕΡ․ΕΠΕΤΗΣ
ὧι σοφίη καὶ μοῦσα συν[— — —] καὶ θεὸς ἔμφρων·
φύντα τ[ρ]ὶς ἑ<π>[τ]αέτην δὲ ὤλε[σ]ε Μοῖρα νόσωι·
5 ὧι γόον, <οὐ>χ ὑμέναιον ἐδᾳδουχήσατο [μή]τ[η]ρ
οἰκτρὰ σ<ὺ>ν γενέτ<ηι> Χρυσίον Ὠ<φ>ε<λ>[ί]<μω>[ι]
κόσμος γὰρ γενέταισι τραφεὶς φιλίοις τε σ<υ>ναίμοις
ὤλετο καὶ γοερὸν πένθος ἔλ̣ε̣<ιπ>ε δόμο<ι>ς·
ἄρκεο, Μοῖρα, θανόντι νέω<ι>, δισσῶν δὲ συναί<μ>[ω]ν
10 φείδεο καὶ γονέων λυγρὸν ἄπειργε <μ>ό<ρ>ο<ν>.
Search Help
Contact Us